# Fragmenta 70.1

Callixenus Rhodius, Fragmenta, 70.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/callixenus-rhodius/fragmenta-2/70.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/callixenus-rhodius/fragmenta-2/70.1

δὲ πολὺν κόσμον χρυσῶν περιεῖχεναι. Μετὰ δὲ ταύτας εἴπετο βωμὸς ἐξάπυχος διπλῶς, κισίνῃ φυλλάδι διαχρύσω πεπυκασμένος, ἔχων ἀμπέλινον χρυσοῦν στέφανον, μεσολεύχους μίτρας κατελημμένον. Ἐπηκολούθουν δ’ αὐτῷ παῖδες, ἐν χιτῶσι πορφυροῖς λιθανωτὸν καὶ σμύρναν, ἐπὶ δὲ χρόκον, ἐπὶ χρυσῶν μαζονόμων φέροντες, ἑκάστῳ εἴκοσι. Μεθ’ οὓς Σάτυροι τεσσαράκοντα, ἐστεφανωμένοι κιστίνοις· χρυσοῖς στεφάνοις· τὰ δὲ σώματα οἱ μὲν ἐκέχριντο ὀστρείᾳ, τινὲς δὲ καὶ χρώμασι ἐτέραις. Ἔφερον δὲ καὶ οὗτοι στέφανον χρυσῶν, ἐξ ἀμπέλου καὶ κισσοῦ εἰργασμένον. Μεθ’ οὓς Σειληνοὶ δύο ἐν πορφυραῖς γλαμυσίαι καὶ κρηπίσι λευκαῖς. Πρὸς δ’ αὐτῶν ὁ μὲν πέτασον καὶ κηρύκειον χρυσοῦν, ὁ δὲ σάλπιγγα. Μέσος δὲ τούτων ἐβάδιζεν ἀνήρ, μειζὼν τετράπυγας, ἐν τραγικῇ διαλέσει καὶ προσώπῳ, φέρων χρυσῶν Ἀμαλθείας κέρας· ὃς προσηγορεύετο Ἐνιαυτός. Ὥ γυνὴ περικαλλεστάτη κατὰ τὸ μέγεθος εἴπετο, πολλῷ χρυσῷ καὶ διαπρεπεῖ κεκοσμημένη, φέρουσα τῇ μὲν μιᾷ τῶν χειρῶν στέφανον περσαίας, τῇ δ’ ἑτέρα βάδον φοίνικος· ἐκαλεῖτο δὲ αὕτη Πεντετηρίς. Ταύτῃ δ’ ἐπηκολούθουν Ὦραι τέσσαρες διεσκευασμέναι, καὶ ἑκάστη φέρουσα τοὺς ἰδίους καρπούς. Ἔχόμενα τούτων θυμιατήρια δύο κίστινα ἐκ χρυσοῦ, ἐξάπυχη, καὶ βωμὸς ἀνὰ μέσον τούτων τετράγωνος χρυσῶν. Καὶ πάλιν Σάτυροι, στεφάνους ἔχοντες κιστινοὺς χρυσούς, φοινικίδας περιβεβλημένοι· ἔφερον δ’ οἱ μὲν οἰνοχόην χρυσῆν, οἱ δὲ χαρυστόν. Μεθ’ οὓς ἐπορεύετο Φιλίσκος ὁ ποιητής, ἱερεὺς ἄν Διονύσου, καὶ πάντες οἱ περὶ τὸν

---

CALLIXENUS RHODIUS, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000705.
