# Fragmenta 71.1

Callixenus Rhodius, Fragmenta, 71.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/callixenus-rhodius/fragmenta-2/71.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/callixenus-rhodius/fragmenta-2/71.1

δὲ ἡμιέστιο Λακωνικόν. Ἀνίστατο δὲ τοῦτο μηχανικῶς, οὐδενὸς τὰς χεῖρας προσάγοντος, καὶ σπείσων ἐκ χρυσῆς φιάλης γάλα, πάλιν ἐκάθιστο. Εἶχε δὲ ἐν τῇ ἀριστερᾷ θύρσον ἐστεμμένον μίτραις. Αὕτη δ' ἐστεφάνωτο κιττίνῳ χρυσῷ, καὶ βότρυσι διαλῴσι πολυτελέσιν. Εἶχε δὲ σκιάδα, καὶ ἐπὶ τῶν γωνίων τῆς τετρακύκλου καταπεπήγασαν λαμπάδας διαχρύσου τέτταρας. Ἕζης εἴλκετο ἄλλῃ τετράκυκλος, μήκος πηγῶν εἴκοσι, πλάτος ἑνκαίδεκα, ὑπὸ ἀνδρῶν τριακοσίων· ἐφ' ἧς κατεσκευάστο ληνός, πηγῶν εἴκοσι τεσσαράκοντα πεντεκαίδεκα, πλήρης σταφυλῆς. Ἐπάτουν δὲ ἐξήκοντα Σάτυροι, πρὸς αὐλὸν ᾄδοντες μέλος ἐπιλήνιον· ἐρειστῆκει δ' αὐτοῖς Σειληνός· καὶ δι' ὅλης τῆς ὁδοῦ τὸ γλεύκος ἔρρει. Ἕζης ἐφέρετο τετράκυκλος, μήκος πηγῶν εἴκοσι πέντε, πλάτος τεσσαρακάδεκα· ἤγετο δὲ ὑπὸ ἀνδρῶν ἑξακοσίων· ἐφ' ἧς ἦν ἀσκάς, τρισχιλίους ἔχων μετρητάς, ἐκ παρδαλῶν δερμάτων ἐρραμμένος· ἔρρει δὲ καὶ οὗτος, κατὰ μικρὸν ἀνιέμενος, κατὰ πᾶσαν τὴν ὁδόν. Ἠκολούθουν δ' αὐτῷ Σάτυροι καὶ Σειληνοὶ ἑκατὸν εἴκοσιν, ἐστεφανωμένοι, φέροντες οἱ μὲν οἰνοχόας, οἱ δὲ φιάλας, οἱ δὲ θηρικλείους μεγάλας, πάντα χρυσά. (Cf. fr. 3.)

---

CALLIXENUS RHODIUS, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000705.
