Ancient Greek · ~2 min
Book 36, Chapter 25
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.25.1
Not analysed yet
καὶ παρελθὼν ἔφη “χαίρω μὲν τιμώμενος ὑφʼ ὑμῶν, ὦ Κυιρῖται· φύσει τε γὰρ πάντες ἄνθρωποι καὶ ἐγκαλλωπίζονται ταῖς παρὰ τῶν πολιτῶν εὐεργεσίαις, καὶ ἐγώ, ἅτε δὴ πολλάκις τῆς παρʼ ὑμῶν τιμῆς ἀπολελαυκώς, οὐκ ἔχω πῶς κατʼ ἀξίαν ἡσθῶ τοῖς παροῦσιν· οὐ μέντοι οὔθʼ ὑμῖν νομίζω προσήκειν ἀπλήστως οὕτω πρός με διακεῖσθαι, οὔτε ἐμοὶ διὰ παντὸς ἔν τινι ἡγεμονίᾳ εἶναι. αὐτός τε γὰρ ἐκ παίδων κέκμηκα, καὶ ὑμᾶς δεῖ καὶ περὶ