Ancient Greek · ~2 min
Book 36, Chapter 27
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.27.2
Not analysed yet
ἐπιδρομῆς δεχόμενος. οὔτε γὰρ ἄλλως ἀγαθοῦ ἀνδρός ἐστιν ἄρχειν ἐπιθυμεῖν καὶ τὰ πράγματʼ ἔχειν ἐθέλειν· κἀν τούτῳ προσήκει πάντα τὰ προσταττόμενα μετʼ ἐπισκέψεως ὑφίστασθαι, ἵνʼ αὐτὰ καὶ ἀσφαλῶς ὁμοίως πράξῃ. τὸ μὲν γὰρ προπετὲς ἐν ταῖς ὑποσχέσεσιν, ὀξύτερον καὶ ἐν ταῖς πράξεσι τοῦ καιροῦ γιγνόμενον, πολλοὺς σφάλλει, τὸ δʼ ἀκριβὲς ἀπʼ ἀρχῆς καὶ ἐν τοῖς ἔργοις ὅμοιον διατελεῖ ὂν καὶ πάντας ὀνίνησιν.