Ancient Greek · ~5 min
Book 36, Chapter 30
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.30
Not analysed yet
τοιαῦτα δὴ τοῦ Γαβινίου εἰπόντος ὁ Τρεβέλλιος ἐπειράθη μὲν ἀντειπεῖν, ὡς δʼ οὐδενὸς λόγου ἔτυχεν, ἠναντιοῦτο μὴ τὴν ψῆφον δοθῆναι. ὁ οὖν Γαβίνιος ἀγανακτήσας τὴν μὲν περὶ τοῦ Πομπηίου διαψήφισιν ἐπέσχεν, ἑτέραν δὲ περὶ αὐτοῦ ἐκείνου ἀντεσῆγε· καὶ ἔδοξεν ἑπτακαίδεκα φυλαῖς ταῖς πρώταις χρηματισάσαις ἀδικεῖν τε αὐτὸν καὶ μηκέτι χρῆναι δημαρχεῖν. μελλούσης οὖν καὶ τῆς ὀκτωκαιδεκάτης τὰ αὐτὰ ψηφιεῖσθαι μόλις ποτὲ ὁ Τρεβέλλιος ἐσιώπησεν. ἰδὼν δὲ τοῦτο ὁ Ῥώσκιος φθέγξασθαι μὲν οὐδὲν ἐτόλμησε, τὴν δὲ δὴ χεῖρα ἀνατείνων δύο ἄνδρας ἐκέλευέ σφας ἑλέσθαι, ὅπως ἔν γε τούτῳ τῆς δυναστείας τι τῆς τοῦ Πομπηίου παρατέμοιτο. ταῦτʼ οὖν αὐτοῦ χειρονομοῦντος ὁ ὅμιλος μέγα καὶ ἀπειλητικὸν ἀνέκραγεν, ὥστε κόρακά τινα ὑπερπετόμενόν σφων ἐκπλαγῆναι καὶ πεσεῖν ὥσπερ ἐμβρόντητον. γενομένου δὲ τούτου ἐκεῖνος μὲν τὴν ἡσυχίαν οὐ τῇ γλώττῃ ἔτι μόνον ἀλλὰ καὶ τῇ χειρὶ ἤγαγεν, ὁ δὲ δὴ Κάτουλος ἄλλως μὲν ἐσιώπα, τοῦ δὲ δὴ Γαβινίου προτρεψαμένου τι αὐτὸν εἰπεῖν, ὅτι τά τε πρῶτα τῆς βουλῆς ἦν καὶ ἐδόκει διʼ ἐκείνου καὶ τοὺς ἄλλους ὁμογνωμονήσειν σφίσι (καὶ γὰρ ἤλπιζεν αὐτόν, ἐξ ὧν τοὺς δημάρχους πάσχοντας εἶδε, συνεπαινέσειν), λόγου τε ἔτυχεν, ἐπειδὴ καὶ ᾐδοῦντο πάντες αὐτὸν καὶ ἐτίμων ὡς τὰ συμφέροντά σφισι καὶ λέγοντα ἀεὶ καὶ πράττοντα, καὶ ἐδημηγόρησε τοιάδε.