Ancient Greek · ~2 min
Book 36, Chapter 32
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.32.3
Not analysed yet
ἀνάγκη πᾶσα γίγνεσθαι· καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα ἐν τῷ πρὸς τὸν Σερτώριον πολέμῳ στρατηγοῦ ἠπορήσατε, ὅτι τὸν πρὸ τούτου χρόνον τοῖς αὐτοῖς ἐπὶ πολὺ ἐχρῆσθε. ὥστʼ εἰ καὶ κατὰ τὰ ἄλλα πάντα ἄξιός ἐστι Πομπήιος ἐπὶ τοὺς καταποντιστὰς χειροτονηθῆναι, ἀλλʼ ὅτι γε παρά τε τὰ διατεταγμένα ἐν τοῖς νόμοις καὶ παρὰ τὰ διεληλεγμένα ἐν τοῖς ἔργοις αἱρεθείη ἄν, ἥκιστα καὶ ὑμῖν καὶ τούτῳ προσήκει αὐτὸ πραχθῆναι.