Ancient Greek · ~2 min
Book 36, Chapter 34
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.34.2
Not analysed yet
ἐπὶ πλείω χρόνον ἑξαμήνου κατεστήσαντο. ὥστʼ εἰ μὲν τοιούτου τινὸς δεῖσθε, ἔξεστιν ὑμῖν, μήτε παρανομήσασι μήτʼ ὀλιγώρως ὑπὲρ τῶν κοινῶν βουλευσαμένοις, δικτάτορα εἴτε Πομπήιον εἴτε καὶ ἄλλον τινὰ προχειρίσασθαι, ἐφʼ ᾧ μήτε πλείω τοῦ τεταγμένου χρόνον μήτε ἔξω τῆς Ἰταλίας ἄρξῃ. οὐ γάρ που ἀγνοεῖτε ὅτι καὶ τοῦτο δεινῶς οἱ πατέρες ἡμῶν ἐφυλάξαντο, καὶ οὐκ ἂν εὑρεθείη δικτάτωρ οὐδεὶς ἄλλοσε πλὴν ἑνὸς ἐς Σικελίαν,