Ancient Greek · ~2 min
36.45.1 to 36.45.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.45.1-2
Not analysed yet
τι αὐτούς, ἐσφάγη· Πομπήιος δὲ τὸ μὲν πρῶτον ὡς καὶ ἐπὶ τὴν Κρήτην τόν τε Μέτελλον πλευσούμενος ἡτοιμάζετο, μαθὼν δὲ τὰ δεδογμένα προσεποιεῖτο μὲν ἄχθεσθαι ὡς καὶ πρότερον, καὶ τοῖς ἀντιστασιώταις ὡς καὶ πράγματα ἀεί ποτε αὐτῷ, τοῦ καὶ πταῖσαί τι, παρέχουσιν ἐπεκάλει, ἀσμεναίτατα δὲ αὐτὰ ἀναδεξάμενος Κρήτην μὲν καὶ τἆλλα τὰ ἐν τῇ θαλάσσῃ, εἴ πού τι ἀδιοίκητον κατελέλειπτο, παρʼ οὐδὲν ἔτʼ ἤγαγε, πρὸς δὲ δὴ τὸν τῶν βαρβάρων πόλεμον παρεσκευάζετο. κἀν τούτῳ βουληθεὶς τῆς τοῦ Μιθριδάτου διανοίας πειρᾶσθαι, πέμπει τὸν Μητροφάνη