Ancient Greek · ~2 min
Book 36, Chapter 46
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.46
Not analysed yet
ὁ οὖν Πομπήιος ἐπειδὴ πολεμητέα οἱ ἔγνω εἶναι, τά τε ἄλλα παρεσκευάσατο καὶ τοὺς Οὐαλεριείους προσκατελέξατο. καὶ αὐτῷ ἐν τῇ Γαλατίᾳ ἤδη ὄντι ὁ Λούκουλλος ἀπαντήσας διαπεπολεμῆσθαί τε πάντα ἔφη καὶ μηδὲν ἔτι στρατείας δεῖσθαι, καὶ διὰ τοῦτο καὶ τοὺς ἄνδρας τοὺς ὑπὸ τῆς βουλῆς πρὸς τὴν διοίκησιν αὐτῶν πεμφθέντας ἤδη παρεῖναι. ὡς δʼ οὐκ ἐπείσθη ἐπαναχωρῆσαι, πρὸς λοιδορίας ἐτράπετο, τά τε ἄλλα καὶ πολυπράγμονα καὶ φιλοπόλεμον καὶ φιλαρχοῦντα αὐτὸν ἀποκαλῶν. ὁ οὖν Πομπήιος βραχὺ αὐτοῦ φροντίσας ἀπεῖπε μηδένα ἔτʼ αὐτῷ πειθαρχῆσαι, καὶ ἐπὶ τὸν Μιθριδάτην ἠπείχθη, σπουδὴν ἔχων ὅτι τάχιστά οἱ συμμῖξαι.