Ancient Greek · ~1 min
Book 36, Chapter 50
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.50.1
Not analysed yet
καὶ τότε μὲν πρὸς τὸν Τιγράνην ἠπείγετο· ἐπεὶ δὲ προπέμψας πρὸς αὐτὸν οὐδὲν φίλιον εὕρετο, ὅτι τοῦ υἱέος αὐτῷ Τιγράνου στασιάσαντος ἐκεῖνον μὲν πάππον αὐτοῦ ὄντα αἴτιον τῆς διαφορᾶς ὑπετόπησε γεγονέναι, καὶ διὰ τοῦτο οὐχ ὅπως αὐτὸν ἐδέξατο, ἀλλὰ καὶ τοὺς προπεμφθέντας ὑπʼ αὐτοῦ συνέλαβε καὶ κατέδησε, διαμαρτὼν ὧν ἤλπισεν