Ancient Greek · ~1 min
Book 36, Chapter 50
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.50.3
Not analysed yet
ἀπέκτεινεν. ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, ὁ Πομπήιος ἔπεμψε μὲν τοὺς ἐπιδιώξοντας αὐτόν, ἐπεὶ δὲ ἔφθη ὑπὲρ τὸν Φᾶσιν ἐκδράς, πόλιν ἐν τῷ χωρίῳ ἐν ᾧ ἐνενικήκει συνῴκισε, τοῖς τραυματίαις καὶ τοῖς ἀφηλικεστέροις τῶν στρατιωτῶν αὐτὴν δούς. καί σφισι καὶ τῶν περιχώρων ἐθελονταὶ πολλοὶ συνῴκησαν, καὶ εἰσὶ καὶ νῦν, Νικοπολῖταί τε ὠνομασμένοι καὶ ἐς τὸν Καππαδοκικὸν νομὸν συντελοῦντες.