Ancient Greek · ~4 min
36.53.1 to 36.53.3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.53.1-3
Not analysed yet
δεῖπνον ἐκάλεσεν· ὁ δὲ υἱός (ἐκάθητο δὲ ἐκ τοῦ ἐπὶ θάτερα τοῦ Πομπηίου) οὔθʼ ὑπανέστη τῷ πατρὶ οὔτʼ ἄλλο τι αὐτὸν ἐδεξιώσατο, ἀλλὰ καὶ ἐπὶ τὸ δεῖπνον κληθεὶς οὐκ ἀπήντησεν. ὅθεν ὑπό γε τοῦ Πομπηίου μάλιστα ἐμισήθη. τῇ γοῦν ὑστεραίᾳ διακούσας αὐτῶν τῷ μὲν πρεσβυτέρῳ τὴν πατρῴαν πᾶσαν ἀρχὴν ἀπέδωκε· τὰ γὰρ προσκτηθέντα ὑπʼ αὐτοῦ (ἦν δὲ ἄλλα τε καὶ τῆς Καππαδοκίας τῆς τε Συρίας μέρη, ἥ τε Φοινίκη καὶ ἡ Σωφανηνὴ χώρα τοῖς Ἀρμενίοις πρόσορος οὐ σμικρά) παρείλετο αὐτοῦ, καὶ προσέτι καὶ χρήματα αὐτὸν ᾔτησεν· τῷ δὲ νεωτέρῳ τὴν Σωφανηνὴν μόνην ἀπένειμε. καὶ ἔτυχον γὰρ οἱ θησαυροὶ ἐν αὐτῇ ὄντες, ἠμφεσβήτησέ τε περὶ αὐτῶν ὁ νεανίσκος, καὶ ἁμαρτὼν (οὐ γὰρ εἶχεν ὁ Πομπήιος ὁπόθεν ἄλλοθεν τὰ ὡμολογημένα κομίσηται) ἠγανάκτησε καὶ δρασμὸν ἐβουλεύσατο. ὁ οὖν Πομπήιος προμαθὼν τοῦτο ἐκεῖνόν τε ἐν φυλακῇ ἀδέσμῳ ἐποιήσατο, καὶ πέμψας πρὸς τοὺς τὰ χρήματα φυλάττοντας τῷ πατρὶ αὐτοῦ