Ancient Greek
36.53.5 to 36.53.6
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.53.5-6
Not analysed yet
καὶ οὕτως ὅ τε γέρων τοὺς θησαυροὺς παρέλαβε, καὶ αὐτὸς ἔν τε τῇ χώρᾳ τῇ Ἀναΐτιδι καὶ πρὸς τῷ ποταμῷ τῷ Κυρνῳ τριχῇ νείμας τὸν στρατὸν παρεχείμασε, τά τε ἄλλα παρὰ τοῦ Τιγράνου συχνὰ καὶ χρήματα πολλῷ πλείω τῶν ὁμολογηθέντων λαβών. ἀφʼ οὗπερ οὐχ ἥκιστα καὶ ἐκεῖνον ἔς τε τοὺς φίλους καὶ ἐς τοὺς συμμάχους οὐ πολλῷ ὕστερον ἐσέγραψε, καὶ τὸν υἱὸν αὐτοῦ ἐς τὴν Ῥώμην μετὰ φρουρᾶς ἐσήγαγεν.