Ancient Greek · ~2 min
37.12.3 to 37.12.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.12.3-4
Not analysed yet
αὐτῷ γίγνεται. ὁ γοῦν Φαρνάκης μετά τε τῶν προπαρεσκευασμένων καὶ μετὰ τῶν ὑπὸ τοῦ πατρὸς πρὸς τὴν σύλληψιν αὐτοῦ πεμφθέντων (ῥᾷστα γὰρ αὐτοὺς ᾠκειώσατὀ καὶ ἐπʼ αὐτὸν ἄντικρυς τὸν πατέρα ἠπείχθη. πυθόμενος δὲ τοῦτο ὁ γέρων (ἦν δὲ ἐν Παντικαπαίᾠ στρατιώτας τινὰς ἐπὶ τὸν υἱόν, ὡς καὶ αὐτὸς ἐφεψόμενός σφισι, προέπεμψε. καὶ τούτους τε ἐκεῖνος διὰ βραχέος, ἅτε μηδʼ αὐτοὺς φιλοῦντας τὸν Μιθριδάτην, ἀπετρέψατο, καὶ τὴν πόλιν ἑκουσίαν ἔλαβε, τόν τε πατέρα ἐς τὸ βασίλειον καταφυγόντα ἀπέκτεινεν.