Ancient Greek · ~3 min
Book 37, Chapter 14
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.14
Not analysed yet
ἐγένετο καὶ ὑπὸ τῶν ἐχθρῶν ἀπεσφάγη· Φαρνάκης δὲ τό τε σῶμα αὐτοῦ τῷ Πομπηίῳ ταριχεύσας, ἔλεγχον τοῦ πεπραγμένου, ἔπεμψε, καὶ ἑαυτὸν τήν τε ἀρχὴν παρέδωκε. καὶ ὃς τῷ μὲν Μιθριδάτῃ οὐδὲν ἐλυμήνατο, ἀλλὰ καὶ ἐν τοῖς πατρῴοις ἠρίοις ταφῆναι αὐτὸν ἐκέλευσε· τὸ γὰρ πολέμιον αὐτοῦ συναποσβηκέναι τῇ ψυχῇ νομίζων οὐδὲν ἔτι τῷ νεκρῷ μάτην ὠργίζετο· τὴν μέντοι βασιλείαν τοῦ Βοσπόρου μισθὸν τῷ Φαρνάκῃ τῆς μιαιφονίας ἐχαρίσατο, καὶ ἔς γε τοὺς φίλους τούς τε συμμάχους αὐτὸν ἀνέγραψεν. ὡς οὖν ἐκεῖνός τε ἀπωλώλει καὶ τὰ τῆς ἀρχῆς αὐτοῦ πάντα πλὴν ὀλίγων κατέστραπτο (τείχη γάρ τινα φρουροὶ ἔξω τοῦ Βοσπόρου ἔτι καὶ τότε ἔχοντες οὐκ εὐθὺς ὡμολόγησαν, οὐχ ὅτι καὶ ἀνθίστασθαί οἱ διενοοῦντο, ἀλλʼ ὅτι ἐφοβοῦντο μὴ τὰ χρήματα, ἃ ἐφύλασσον, προδιαρπάσαντές τινες ἐκείνοις τὴν αἰτίαν προσθῶσι, καὶ διὰ τοῦτο ἀνέμενον, αὐτῷ βουλόμενοι τῷ Πομπηίῳ πάντα