Ancient Greek · ~4 min
Book 37, Chapter 22
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.22
Not analysed yet
καὶ περὶ μὲν ἐκείνου, ὅστις τε ἦν καὶ ὅτι τοὺς πολλοὺς ἐθεράπευε, τόν τε Πομπήιον ἄλλως μὲν καθῄρει, διʼ ὧν δὲ δὴ τῷ τε ὁμίλῳ χαριεῖσθαι καὶ αὐτὸς ἰσχύσειν ἔμελλε προσεποιεῖτο, προείρηται· ὁ δὲ δὴ Κάτων οὗτος ἦν ἐκ τοῦ τῶν Πορκίων γένους καὶ τὸν Κάτωνα τὸν πάνυ ἐζήλου, πλὴν καθʼ ὅσον παιδείᾳ Ἑλληνικῇ μᾶλλον αὐτοῦ ἐκέχρητο. ἤσκει δὲ τὰ τοῦ πλήθους ἀκριβῶς, καὶ ἕνα μὲν ἀνθρώπων οὐδένα ἐθαύμαζε, τὸ δὲ δὴ κοινὸν ὑπερηγάπα, καὶ πᾶν μὲν τὸ ὑπὲρ τοὺς ἄλλους πεφυκὸς ὑποψίᾳ δυναστείας ἐμίσει, πᾶν δὲ τὸ δημοτικὸν ἐλέῳ τῆς ἀσθενείας ἐφίλει. καὶ δημεραστής τε ὡς οὐδεὶς ἄλλος ἐγίγνετο, καὶ τὴν ὑπὲρ τοῦ δικαίου παρρησίαν καὶ μετὰ κινδύνων ἐποιεῖτο. καὶ ταῦτα μέντοι πάντα οὔτε πρὸς ἰσχὺν οὔτε πρὸς δόξαν ἢ τιμήν τινα, ἀλλʼ αὐτῆς ἕνεκα τῆς τε αὐτονόμου καὶ τῆς ἀτυραννεύτου διαίτης ἔπραττε. τοιοῦτος οὖν δή τις ὢν ἔς τε τὸ κοινὸν τότε πρῶτον παρῆλθε καὶ πρὸς τὰ ψηφιζόμενα, καίπερ μηδεμίαν τῷ Πομπηίῳ ἔχθραν ἔχων, ἀλλʼ ὅτι γε ἔξω τῶν πατρίων ἦν, ἀντεῖπεν.