# Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.26.1-2

Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55), 37.26.1 to 37.26.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cassius-dio-cocceianus/books-36-55/37.26.1

ἐπαύθη· Τίτος δὲ δὴ Λαβιῆνος Γάιον Ῥαβίριον ἐπὶ τῷ τοῦ Σατουρνίνου φόνῳ γραψάμενος πλεῖστόν σφισι τάραχον παρέσχεν. ὅ τε γὰρ Σατουρνῖνος πρὸ ἕξ που καὶ τριάκοντα ἐτῶν ἐτεθνήκει, καὶ τὰ κατὰ τὸν πόλεμον τὸν πρὸς αὐτὸν οἱ ὕπατοι τότε παρὰ τῆς βουλῆς προσετετάχατο, ὥστε ἡ γερουσία ἄκυρος ἐκ τοῦ δικαστηρίου ἐκείνου τῶν ψηφισμάτων ἐγίγνετο. κἀκ τούτου πᾶς ὁ κόσμος τῆς πολιτείας ἐταράττετο. ὁ μὲν γὰρ Ῥαβίριος οὐδʼ ὡμολόγει τὸν φόνον, ἀλλʼ ἄπαρνος ἦν· οἱ δὲ δήμαρχοι τήν τε ἰσχὺν καὶ τὴν ἀξίωσιν τῆς βουλῆς καταλῦσαι παντελῶς ἐσπούδαζον, καὶ ἐξουσίαν ἑαυτοῖς τοῦ πάνθʼ ὅσα βούλοιντο

---

Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55), ed. Earnest Cary. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0385.tlg001.local001/.
