Ancient Greek · ~3 min
37.33.1 to 37.33.3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.33.1-3
Not analysed yet
κἀνταῦθα αὐτὸν φονεύσειν. ὡς δὲ καὶ τοῦτο προεμηνύθη (ὁ γὰρ Κικέρων πολὺ δυνάμενος, συχνούς τε ἐκ τῶν συνηγορημάτων τοὺς μὲν οἰκειούμενος, τοὺς δὲ ἐκφοβῶν, πολλοὺς τοὺς διαγγέλλοντάς οἱ τὰ τοιαῦτα ἔσχἐ, μεταστῆναι ἡ γερουσία τὸν Κατιλίναν ἐψηφίσατο. καὶ ὃς ἀσμένως τε ἐπὶ τῇ προφάσει ταύτῃ ἐξεχώρησε, καὶ πρὸς τὰς Φαισούλας ἐλθὼν τόν τε πόλεμον ἄντικρυς ἀνείλετο, καὶ τὸ ὄνομα καὶ τὴν σκευὴν τῶν ὑπάτων λαβὼν καὶ τοὺς προσυνειλεγμένους ὑπὸ τοῦ Μαλλίου συνεκρότει, κἀν τούτῳ καὶ ἄλλους τινάς, πρῶτον μὲν ἐκ τῶν ἐλευθέρων, ἔπειτα δὲ καὶ ἐκ τῶν δούλων, προσεποιεῖτο. ὅθενπερ καὶ οἱ Ῥωμαῖοι τήν τε βίαν αὐτοῦ κατεψηφίσαντο, καὶ τὸν Ἀντώνιον ἐς τὸν πόλεμον, ἀγνοοῦντές που τὴν συνωμοσίαν σφῶν, ἔστειλαν, αὐτοί τε τὴν ἐσθῆτα μετέβαλον. καὶ διὰ ταῦτα