Ancient Greek · ~4 min
Book 37, Chapter 34
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.34
Not analysed yet
καὶ ἐν καιρῷ γε ἐς τὰ μάλιστα τοῖς Ῥωμαίοις κατέμεινε. παρασκευαζομένου γὰρ τοῦ Λεντούλου καταπρῆσαί τέ τινας καὶ σφαγὰς ἐργάσασθαι μετά τε τῶν ἄλλων τῶν συνομωμοκότων καὶ μετὰ Ἀλλοβρίγων, οὓς κατὰ πρεσβείαν παρόντας ἀνέπεισε συμφρονῆσαί τε αὐτῷ καὶ συλλαβὼν τοὺς ἐπʼ αὐτὴν σταλέντας ἔς τε τὸ βουλευτήριον μετὰ τῶν γραμμάτων ἐσήγαγε, καὶ ἄδειαν αὐτοῖς δοὺς πᾶσαν οὕτω τὴν συνωμοσίαν ἤλεγξε. κἀκ τούτου ὁ Λέντουλος ἀπειπεῖν τὴν στρατηγίαν ὑπὸ τῆς γερουσίας ἀναγκασθεὶς ἐν φρουρᾷ μετὰ τῶν ἄλλων τῶν συλληφθέντων ἐγένετο, καὶ οἱ λοιποὶ ἀνεζητοῦντο. καὶ ταῦτα καὶ τῷ δήμῳ ὁμοίως ἤρεσε, καὶ μάλιστʼ ἐπειδή, τοῦ Κικέρωνος δημηγοροῦντός τι περὶ αὐτῶν, τὸ ἄγαλμα τὸ τοῦ Διὸς ἔς τε τὸ Καπιτώλιον παρʼ αὐτὸν τὸν καιρὸν τῆς ἐκκλησίας ἀνιδρύθη καὶ κατὰ τὴν ὑφήγησιν τῶν μάντεων πρός τε τὰς ἀνατολὰς καὶ πρὸς τὴν ἀγορὰν βλέπον ἀνετέθη. ἐπειδὴ γὰρ ἐκεῖνοί τε συνωμοσίαν τινὰ ἐξελεγχθήσεσθαι ἐκ τῆς τοῦ ἀγάλματος στάσεως εἰρήκεσαν, καὶ ἡ ἀνάθεσις αὐτοῦ τοῖς φωραθεῖσι συνέβαινε, τό τε θεῖον ἐμεγάλυνον καὶ τοὺς τὴν αἰτίαν λαβόντας διʼ ὀργῆς μᾶλλον ἐποιοῦντο.