Ancient Greek · ~4 min
Book 37, Chapter 39
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.39
Not analysed yet
καὶ ὁ μὲν καὶ ἐκ τούτου πολὺ μᾶλλον ἐμισήθη, Κατιλίνας δὲ ἐν ἀρχῇ εὐθὺς τοῦ ἔτους ἐν ᾧ Ἰούνιός τε Σιλανὸς καὶ Λούκιος Λικίννιος ἦρξαν ἀπεφθάρη. τέως μὲν γὰρ καίπερ δύναμιν οὐκ ὀλίγην ἔχων ἐκαραδόκει τὰ τοῦ Λεντούλου καὶ διέμελλεν ἐλπίζων, ἂν φθάσωσιν ὅ τε Κικέρων καὶ οἱ σὺν αὐτῷ σφαγέντες, ῥᾳδίως τὰ λοιπὰ προσκατεργάσεσθαι· ἐπεὶ δὲ ἐκεῖνόν τε ἀπολωλότα ἐπύθετο καὶ τῶν συνόντων οἱ συχνοὺς μεθισταμένους διὰ τοῦτʼ ᾔσθετο, ὅ τε Ἀντώνιος καὶ ὁ Μέτελλος ὁ Κέλερ πρὸς ταῖς Φαισούλαις προσεδρεύοντες οὐδαμῇ προελθεῖν αὐτῷ ἐπέτρεπον, ἀποκινδυνεῦσαι ἠναγκάσθη, καί (ἦσαν γὰρ δίχα ἐστρατοπεδευμένοἰ πρὸς τὸν Ἀντώνιον ἐτράπετο, καίπερ τῷ ἀξιώματι προέχοντα τοῦ Μετέλλου καὶ δύναμιν πλείω περιβεβλημένον. αἴτιον δὲ ὅτι ἐλπίδα αὐτοῦ κατὰ τὸ συνώμοτον ἐθελοκακήσειν ἔσχεν. ὑποπτεύσας οὖν τοῦτʼ ἐκεῖνος, καὶ μήτε διʼ εὐνοίας ἔτʼ αὐτῷ ἅτε ἀσθενεῖ ὄντι ὤν (πρός τε γὰρ τὰς δυνάμεις τινῶν καὶ πρὸς τὰ ἑαυτῶν συμφέροντα καὶ τὰς ἔχθρας τάς τε φιλίας οἱ πολλοὶ ποιοῦνταἰ, καὶ προσκαταδείσας μή πως προθύμως σφᾶς ἀγωνιζομένους ἰδὼν ἐξονειδίσῃ τι καὶ προενέγκῃ οἱ τῶν ἀπορρήτων, αὐτὸς μὲν νοσεῖν προεφασίσατο, Μάρκῳ δὲ Πετρεΐῳ τὴν