Ancient Greek · ~4 min
Book 37, Chapter 4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.4
Not analysed yet
καί σφισι διαβεβηκόσιν ἤδη τὸν ποταμὸν ὁ Ὀροίσης προσιὼν ἠγγέλθη. ὁ οὖν Πομπήιος βουληθεὶς αὐτόν, πρὶν τὸ τῶν Ῥωμαίων πλῆθος γνῶναι, ἐς μάχην ὑπαγαγέσθαι, μὴ καὶ αἰσθόμενος αὐτοῦ ἀναχωρήσῃ, τούς τε ἱππέας προέταξε, προειπών σφισιν ἃ ποιήσουσι, καὶ τοὺς λοιποὺς ὄπισθεν αὐτῶν ἔς τε τὰ γόνατα κεκλιμένους καὶ ταῖς ἀσπίσι συγκεκαλυμμένους ἔχων ἀτρεμεῖν ἐποίησεν, ὥστε τὸν Ὀροίσην μὴ πρότερον μαθεῖν αὐτοὺς παρόντας πρὶν ἐν χερσὶ γενέσθαι. κἀκ τούτου ἐκεῖνός τε τῶν ἱππέων ὡς καὶ μόνων ὄντων καταφρονήσας συνέμιξέ σφισι, καὶ διʼ ὀλίγου τραπέντας ἐξεπίτηδες ἀνὰ κράτος ἐπεδίωξε· καὶ οἱ πεζοὶ ἀναστάντες ἐξαίφνης καὶ διαστάντες τοῖς μὲν σφετέροις ἀσφαλῆ τὴν φυγὴν διὰ μέσου σφῶν παρέσχον, τοὺς δὲ πολεμίους ἀπερισκέπτως τῇ διώξει χρωμένους ἐσδεξάμενοι συχνοὺς ἐκυκλώσαντο. καὶ οὗτοί τε τοὺς ἔνδον ἔκοπτον, καὶ οἱ ἱππῆς, οἱ μὲν ἐπὶ δεξιά, οἱ δὲ ἐπὶ θάτερα αὐτῶν περιελθόντες, κατὰ νώτου τοῖς ἔξω τῆς κυκλώσεως προσέπεσον. καὶ ἐκεῖ τε πολλοὺς ἐφόνευσαν ἑκάτεροι, καὶ ἑτέρους ἐς τὰς ὕλας καταφυγόντας κατέπρησαν, “ἰὼ Κρόνια ”πρὸς τὴν ἐπίθεσίν σφων τὴν τότε γενομένην ἐπιλέγοντες.