Ancient Greek · ~2 min
Book 37, Chapter 44
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.44.2
Not analysed yet
προσεξεργάσασθαι ἐπιτραπείη. ἦν γάρ τινα, ὡς ἐν τηλικούτῳ καὶ τοιούτῳ ἔργῳ, ἡμιτέλεστα· ἢ ἐκεῖνός γε ἐπλάττετο εἶναι, ὅπως ὁ Πομπήιος τήν τε δόξαν τῆς ἐκποιήσεως αὐτοῦ λάβῃ καὶ τὸ αὑτοῦ ὄνομα ἀντεπιγράψῃ. οὐ μὴν οὕτω γε χαρίζεσθαι αὐτῷ ἤθελεν ὥστε καὶ ἐφʼ ἑαυτῷ διὰ τοῦτο ψηφισθῆναί τι τοιοῦτον, οἷον ἐπὶ τῷ Νέπωτι ἐδέδοκτο, ὑπομεῖναι. οὐδὲ γὰρ οὐδὲ ἐκείνου ἕνεκα ταῦτʼ ἐποίει, ἀλλʼ ἵνα αὐτὸς καὶ διὰ