# Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.50.2-6

Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55), 37.50.2 to 37.50.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cassius-dio-cocceianus/books-36-55/37.50.2

γερουσίαν ἐνταῦθα ἀθροῖσαι ἐθελῆσαι. ἐπεί τε ἐκεῖνος Λ̔ούκιος δὲ δὴ Φλάουιος ὠνομάζετὀ τό τε βάθρον τὸ δημαρχικὸν ἐν αὐτῇ τῇ ἐσόδῳ αὐτοῦ ἔθηκε, καὶ ἐπʼ αὐτῷ καθεζόμενος ἐμποδὼν ὥστε μηδένα ἐσιέναι ἐγίγνετο, τόν τε τοῖχον τοῦ δεσμωτηρίου διακοπῆναι ἐκέλευσεν ὅπως διʼ αὐτοῦ ἡ βουλὴ ἐσέλθῃ, καὶ ὡς νυκτερεύσων κατὰ χώραν παρεσκευάζετο. μαθὼν οὖν τοῦθʼ ὁ Πομπήιος, καὶ αἰσχυνθείς τε ἅμα καὶ δείσας μὴ καὶ ὁ δῆμος ἀγανακτήσῃ, προσέταξε τῷ Φλαουίῳ ἀπαναστῆναι. ἔλεγε μὲν γὰρ ὡς τοῦ Μετέλλου τοῦτʼ ἀξιώσαντος, οὐ μὴν ἐπιστεύετο· τὸ γὰρ φρόνημα αὐτοῦ κατάδηλον πᾶσιν ἦν. ἀμέλει τῶν ἄλλων δημάρχων ἐξελέσθαι αὐτὸν βουληθέντων οὐκ ἠθέλησεν. οὔκουν οὐδʼ αὖθις ἀπειλήσαντι τῷ Φλαουίῳ μηδὲ ἐς τὸ ἔθνος ὃ ἐπεκεκλήρωτο ἐπιτρέψειν αὐτῷ, εἰ μὴ συγχωρήσειέν οἱ διανομοθετῆσαι, ἐξελθεῖν, ὑπεῖξεν, ἀλλὰ καὶ πάνυ ἄσμενος ἐν τῇ πόλει κατέμεινεν. ὁ οὖν Πομπήιος ἐπειδὴ μηδὲν διά τε τὸν Μέτελλον καὶ διὰ τοὺς ἄλλους διεπράξατο, ἔφη μὲν φθονεῖσθαί τε ὑπʼ αὐτῶν καὶ τῷ πλήθει τοῦτο δηλώσειν, φοβηθεὶς δὲ μὴ καὶ ἐκείνου διαμαρτὼν μείζω αἰσχύνην ὄφλῃ, κατέβαλε τὴν ἀξίωσιν. καὶ ὁ μὲν οὕτω γνοὺς ὅτι μηδὲν ὄντως ἴσχυεν, ἀλλὰ τὸ μὲν ὄνομα καὶ τὸν φθόνον ἐφʼ οἷς ἠδυνήθη ποτὲ εἶχεν, ἔργῳ δὲ οὐδὲν ἀπʼ αὐτῶν ἀπώνητο, μετεμέλετο ὅτι τά τε στρατόπεδα προαφῆκε

---

Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55), ed. Earnest Cary. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0385.tlg001.local001/.
