Ancient Greek · ~2 min
Book 37, Chapter 53
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.53.2
Not analysed yet
αὐτοὺς κατεδίωξεν. ἐπειδή τε τὴν ἤπειρον ἐκλιπόντες ἐς νῆσόν τινα ἐπεραιώθησαν, αὐτὸς μὲν (οὐ γάρ που πλοίων εὐπόρει) κατὰ χώραν ἔμεινε, σχεδίας δὲ συμπήξας μέρος τι τοῦ στρατοῦ δι’ αὐτῶν ἔπεμψε, καὶ συχνοὺς ἀπέβαλε· χηλῇ γάρ τινι πρὸς τῇ νήσῳ οὔσῃ προσσχὼν ὁ τὴν ἡγεμονίαν σφῶν ἔχων, καὶ ὡς καὶ πεζῇ διαβαδίσοντας αὐτοὺς ἐκβιβάσας, ἔπειτα αὐτός τε ὑπὸ τῆς ἀναρροίας ἐκβιασθεὶς ἐξανήχθη καὶ ἐκείνους