Ancient Greek · ~2 min
Book 37, Chapter 8
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.8
Not analysed yet
τοῦτο μόνον ἐν τῇ αγορανομίᾳ ἐπῃνέθη, ἀλλʼ ὅτι καὶ τὰ Ῥωμαῖα καὶ τὰ Μεγαλήσια πολυτελέστατα ἐποίησεν, ἔτι δὲ καὶ μονομάχων ἀγῶνας ἐπὶ τῷ πατρὶ μεγαλοφρονέστατα διέθηκεν. ἐγένετο μὲν γὰρ τῶν δαπανηθέντων ἐς αὐτὰ τὰ μὲν κοινῇ. αὐτῷ πρὸς τὸν συνάρχοντα Μᾶρκον Βίβουλον, τὰ δὲ καὶ ἰδίᾳ· τοσοῦτον δὲ δὴ ἐν τούτοις ὑπερῆρεν ὥστε καὶ τὴν ἐπʼ ἐκείνοις δόξαν σφετερίσασθαι καὶ δοκεῖν ἅπαντα αὐτὸς ἀνηλωκέναι. ὁ οὖν Βίβουλος αὐτὸς ἐπισκώπτων ἔλεγεν ὅτι τὸ αὐτὸ τῷ Πολυδεύκει πεπονθὼς εἴη· τοῦ γάρ τοι ναοῦ κοινοῦ οἱ πρὸς τὸν ἀδελφὸν τὸν Κάστορα ὄντος, ἐπʼ ἐκείνου μόνου ἡ ἐπωνυμία αὐτοῦ γίγνεται.