Ancient Greek · ~7 min
Book 38, Chapter 16
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.16
Not analysed yet
τούτοις τε οὖν τοῖς λογισμοῖς κρατήσειν ἐλπίσας (καὶ γὰρ ἐθάρσει παρὰ λόγον ὥσπερ ἀνεξετάστως ἐδεδίεἰ, καὶ φοβηθεὶς μὴ καὶ ἐκ πονηροῦ συνειδότος τὴν ἀποδημίαν πεποιῆσθαι δόξῃ, τῷ μὲν Καίσαρι χάριν δή τινα ἔχειν ἔλεγε, τῷ δὲ δὴ Πομπηίῳ ἐπείσθη. καὶ ὁ μὲν οὕτως ἀπατηθεὶς παρεσκευάζετο ὡς καὶ πολὺ τῶν ἐχθρῶν ὑπεροίσων. πρὸς γὰρ δὴ τοῖς εἰρημένοις, οἵ τε ἱππῆς συνελθόντες ἐς τὸ Καπιτώλιον πρέσβεις ὑπὲρ αὐτοῦ πρός τε τοὺς ὑπάτους καὶ τὴν γερουσίαν, ἄλλους τέ τινας ἐκ σφῶν καὶ βουλευτὰς τόν τε Ὁρτήσιον τὸν Κύιντον καὶ Γάιον Κουρίωνα, ἔπεμψαν· καὶ ὁ Νίννιος τά τε ἄλλα αὐτῷ συνῄρετο, καὶ τὴν ἐσθῆτα τῷ πλήθει ὡς καὶ ἐπί τινι κοινῇ συμφορᾷ μεταβαλεῖν παρῄνεσε. καὶ πολλοὶ τοῦτο καὶ τῶν βουλευτῶν ἐποίησαν, καὶ οὐ πρότερόν γε μετεβάλοντο πρὶν τοὺς ὑπάτους σφίσι διὰ προγραφῆς ἐπιτιμῆσαι. Ἀλλʼ ἦν γὰρ τὰ τῶν ἀντιστασιωτῶν αὐτοῦ δυνατώτερα, οὔτε ὁ Κλώδιος χρηματίσασθαί τι ὑπὲρ αὐτοῦ τῷ Νιννίῳ ἐπέτρεψεν, οὔτε Γαβίνιος τὴν πρόσοδον τοῖς ἱππεῦσιν ἐς τὴν βουλὴν ἔδωκεν, ἀλλὰ καὶ ἕνα τινὰ αὐτῶν, ὡς πολὺς ἐνέκειτο, καὶ ἐκ τῆς πόλεως ἐξήλασε, τῷ τε Ὁρτησίῳ καὶ τῷ Κουρίωνι, ὅτι καὶ ἀθροισθεῖσί σφισι συνεγένοντο καὶ τὴν πρεσβείαν ὑπέστησαν, ἐπεκάλει. καὶ αὐτοὺς ὁ Κλώδιος ἐς τὸ πλῆθος ἐσαγαγὼν πληγαῖς ἐπὶ τῇ πρεσβείᾳ διά τινων προπαρεσκευασμένων συνέκοψε. καὶ μετὰ ταῦτα ὅ τε Πίσων, καίπερ εὐνοϊκῶς τῷ Κικέρωνι δοκῶν ἔχειν, καὶ συμβουλεύσας γε αὐτῷ, ὡς ἑώρα ἀδύνατον ὂν ἄλλως αὐτὸν σωθῆναι, προϋπεξέχειν, ὅμως ἐπειδὴ διὰ τοῦτο ἐκεῖνος ὠργίσθη, παρῆλθεν ἐς τὴν ἐκκλησίαν ὅτε πρῶτον ἠδυνήθη (τὰ γὰρ πολλὰ ἠρρώστεἰ, καὶ πυθομένου τοῦ Κλωδίου τίνα γνώμην περὶ τῶν γεγραμμένων ἔχοι, εἶπεν ὅτι οὐδέν μοι οὔτʼ ὠμὸν οὔτε σκυθρωπὸν ἔργον ἀρέσκει· καὶ ὁ Γαβίνιος ἐρωτηθεὶς τὸ αὐτὸ τοῦτο οὐχ ὅπως ἐκεῖνον ἐπῄνεσεν, ἀλλὰ καὶ τῶν ἱππέων τῆς τε βουλῆς προσκατηγόρησεν.