Ancient Greek · ~1 min
Book 38, Chapter 18
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.18.1
Not analysed yet
καὶ ὁ μὲν ἐς τὴν Μακεδονίαν διὰ τοῦτο μετέστη καὶ ἐκεῖ διέτριβεν ὀδυρόμενος· ἐντυχὼν δʼ αὐτῷ Φιλίσκος τις ἀνὴρ ἔν τε ταῖς Ἀθήναις συγγεγονώς οἱ καὶ τότε κατὰ τύχην συντυχών, “οὐκ αἰσχύνῃ,” ἔφη, “ὦ Κικέρων, θρηνῶν καὶ γυναικείως διακείμενος ; ὡς ἔγωγε οὔποτʼ ἄν σε προσεδόκησα οὕτω μαλακισθήσεσθαι, πολλῆς μὲν παιδείας καὶ παντοδαπῆς μετεσχηκότα, πολλοῖς δὲ καὶ συνηγορηκότα.”