Ancient Greek · ~4 min
Book 38, Chapter 29
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.29
Not analysed yet
τελευτήσαντος ἔσται· ἂν δὲ δὴ τήν τε κάθοδον σπουδάσῃς καὶ τὴν ἐν τῇ πολιτείᾳ λαμπρότητα ζηλώσῃς, δυσχερὲς μὲν οὐδὲν εἰπεῖν βούλομαι, φοβοῦμαι δέ, ἔς τε τὰ πράγματα ἀποβλέπων καὶ τὴν σὴν παρρησίαν ἐννοῶν, τήν τε δύναμιν καὶ τὸ πλῆθος τῶν ἀντιστασιωτῶν σου θεωρῶν, μήποτέ τι καὶ αὖθις σφαλῇς. καὶ εἰ μὲν ἐν φυγῇ γένοιο, μεταγνώσῃ μόνον, εἰ δέ τι ἕτερον ἀνήκεστον πάθοις, οὐδὲ μετανοῆσαι δυνήσῃ. καίτοι πῶς μὲν οὐ δεινόν, πῶς δʼ οὐκ αἰσχρὸν ἀποτμηθῆναί τέ τινος τὴν κεφαλὴν καὶ ἐς τὴν ἀγορὰν τεθῆναι, κἂν οὕτω τύχῃ, καὶ ἄνδρα τινὰ αὐτῇ καὶ γυναῖκα ἐνυβρίσαι; καί με μὴ ὡς φαῦλά σοι οἰωνιζόμενον μισήσῃς, ἀλλʼ ὡς διοσημίαν τινὰ προδεικνύντα φύλαξαι. μηδέ σε ἐξαπατάτω τοῦθʼ, ὅτι καὶ φίλους τινὰς τῶν δυνατῶν ἔχεις· οὐδὲν γάρ σε ὠφελήσουσιν οἱ δοκοῦντες φιλεῖν πρὸς τοὺς ἐχθρῶς διακειμένους, ὥσπερ που καὶ πεπείρασαι. οἱ γὰρ δυναστείας ἐρῶντες παρʼ οὐδὲν πάντα τἆλλα πρὸς τὸ τυχεῖν ὧν βούλονται τίθενται, ἀλλὰ καὶ τοὺς φιλτάτους καὶ τοὺς συγγενεστάτους πολλάκις ἀντὶ τῶν ἐχθίστων ἀντικαταλλάσσονται.”