Ancient Greek · ~1 min
Book 38, Chapter 31
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.31.3
Not analysed yet
μετάμελον τῆς ἀναστάσεως ποιήσασθαι. καί τινας καὶ ἑτέρους τῶν αὐτῶν δεομένους προσλαβόντες ἀπῆραν, Ὀρκετόριγός σφισιν ἡγουμένου, ἐν νῷ ἔχοντες τόν τε Ῥοδανὸν διαβῆναι καὶ πρὸς ταῖς Ἄλπεσί που κατοικισθῆναι. καὶ ἐπειδὴ ὁ Καῖσαρ τήν τε γέφυραν διέκοψε καὶ τἆλλα ὡς κωλύσων αὐτοὺς διαβῆναι ἡτοιμάζετο, ἔπεμψαν πρὸς αὐτὸν δίοδόν τε αἰτούμενοι καὶ προσυπισχνούμενοι μηδὲν τὴν τῶν Ῥωμαίων γῆν κακώσειν.