Ancient Greek · ~7 min
Book 38, Chapter 34
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.34
Not analysed yet
οὕτω μὲν δὴ τὸν πρῶτον πόλεμον ὁ Καῖσαρ ἐπολέμησεν, ἀρξάμενος δὲ ἐκεῖθεν οὐχ ἡσύχασεν, ἀλλʼ αὐτός τε τὸ ἑαυτοῦ βούλημα ἅμα ἀπεπλήρωσε καὶ τοῖς συμμάχοις ἐχαρίσατο. οἵ τε γὰρ Σηκουανοὶ καὶ οἱ Αἴδουοι τήν τε ἐπιθυμίαν αὐτοῦ ἰδόντες καὶ τὰ ἔργα ὁμολογοῦντα ταῖς ἐλπίσιν αἰσθόμενοι, ἐκείνῳ τε εὐεργεσίαν ἅμα καταθέσθαι καὶ τοὺς Κελτοὺς τοὺς ὁμοχώρους σφίσι τιμωρήσασθαι ἠθέλησαν· τὸν γὰρ Ῥῆνον πάλαι ποτὲ διαβάντες τῆς τε χώρας αὐτῶν τινα παρετέτμηντο καὶ αὐτοὺς ὑποτελεῖς ἐπεποίηντο, ὁμήρους σφῶν ἔχοντες. καὶ ἐτύγχανον γὰρ δεόμενοι ὧν ὠρέγετο, ῥᾳδίως αὐτὸν ἀνέπεισαν ἐπικουρῆσαί σφισιν. ἦρχε μὲν γὰρ Ἀριόουιστος τῶν Κελτῶν ἐκείνων, καὶ τήν τε κύρωσιν τῆς βασιλείας παρὰ τῶν Ῥωμαίων εἰλήφει, καὶ ἐς τοὺς φίλους τούς τε συμμάχους αὐτῶν ὑπʼ αὐτοῦ τοῦ Καίσαρος ὑπατεύοντος ἐσεγέγραπτο· πρὸς δὲ δὴ τὴν ἐκ τοῦ πολέμου δόξαν καὶ τὴν ἀπʼ αὐτῆς ἰσχὺν οὐδὲν τούτων ἐφρόντισε, πλὴν καθʼ ὅσον παρὰ τοῦ βαρβάρου πρόφασιν τῆς διαφορᾶς, μὴ καὶ προϋπάρχειν τι ἐς αὐτὸν νομισθῇ, λαβεῖν ἠθέλησε. καὶ διὰ τοῦτο μετεπέμψατο αὐτὸν ὡς καὶ διαλεχθῆναί τι αὐτῷ δεόμενος. ἐπειδή τε οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ ἔφη ὅτι “εἴ τί μοι βούλεται Καῖσαρ εἰπεῖν, αὐτὸς πρὸς ἐμὲ ἐλθέτω· οὔτε γὰρ ἄλλως καταδεέστερος αὐτοῦ εἰμι, καὶ τὸν χρείαν τινὸς ἔχοντα αὐτὸν πρὸς ἐκεῖνον ἀφικνεῖσθαι δεῖ,” ὀργήν τε ὡς καὶ πάντας τοὺς Ῥωμαίους προπεπηλακικότος αὐτοῦ ἐν τούτῳ ἐποιήσατο, καὶ παραχρῆμα τούς τε ὁμήρους τῶν συμμάχων ἀπῄτησεν αὐτόν, καὶ προσαπηγόρευσεν αὐτῷ μήτε τῆς χώρας σφῶν ἐπιβαίνειν μήτʼ ἐπικουρίας οἴκοθεν ἐπάγεσθαι. ταῦτα δὲ ἔπραξεν οὐχ ὅτι καὶ καταπλήξειν αὐτόν, ἀλλʼ ὅτι ἐξοργιεῖν κἀκ τούτου πρόφασιν τοῦ πολέμου καὶ μεγάλην καὶ εὐπρεπῆ λήψεσθαι ἤλπισεν. ὅπερ ἐγένετο· ἀχθεσθεὶς γὰρ ὁ βάρβαρος τοῖς ἐπιτάγμασι πολλὰ καὶ δεινὰ ἀπεκρίνατο, ὥστε τὸν Καίσαρα λόγους μὲν μηκέτʼ αὐτῷ ἀντιπέμψαι, τὸν δὲ δὴ Οὐεσοντίωνα, τὴν τῶν Σηκουανῶν πόλιν, εὐθύς, καὶ πρὶν αἰσθέσθαι τινά, προκατασχεῖν.