Ancient Greek · ~6 min
38.36.1 to 38.36.6
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.36.1-6
Not analysed yet
“οὐ τὸν αὐτόν, ὦ ἄνδρες φίλοι, τρόπον ἡγοῦμαι δεῖν ἡμᾶς περί τε τῶν ἰδίων καὶ περὶ τῶν κοινῶν βουλεύεσθαι. οὐδὲ γὰρ τὸν αὐτὸν ὁρῶ σκοπὸν ἰδίᾳ τε ἑκάστῳ καὶ δημοσίᾳ ἅπασιν ὄντα. ἡμῖν μὲν γὰρ τὰ ἐπιεικέστατα καὶ ἀσφαλέστατα, τῷ δὲ δήμῳ τὰ κράτιστα καὶ προαιρεῖσθαι καὶ πράττειν προσήκει. δεῖ μὲν γὰρ καὶ ἐν τοῖς ἰδίοις δραστηρίους εἶναι· τὸ γὰρ ἐπιεικὲς οὐκ ἐθέλει εἰ μὴ καὶ ἐκ τούτου σώζεσθαι· οὐ μὴν ἀλλὰ ἀνὴρ μὲν ὅστις ἀπραγμονέστατός ἐστι, καὶ ἀσφαλέστατος εἶναι δοκεῖ, πόλις δέ, ἄλλως τε καὶ ἀρχὴν ἔχουσα, τάχιστʼ ἂν ὑπὸ τοῦ τοιούτου καταλυθείη. ταῦτα γὰρ οὕτως οὐχ ὑπʼ ἀνθρώπων ταχθέντα ἀλλʼ ὑπʼ αὐτῆς τῆς φύσεως νομοθετηθέντα καὶ ἦν ἀεὶ καὶ ἔστι, καὶ ἔσται μέχριπερ ἂν καὶ τὸ θνητὸν γένος συνεστήκῃ. τούτων οὖν οὕτως ἐχόντων, οὐδʼ ὑμῶν οὐδένα χρὴ τὸ ἴδιον ἡδὺ καὶ ἀσφαλὲς ἐν τῷ παρόντι μᾶλλον ἢ τὸ τοῖς πᾶσι Ῥωμαίοις καὶ εὐπρεπὲς καὶ συμφέρον προσκοπεῖν. λογίζεσθε γὰρ τά τε ἄλλα ὅσα εἰκός ἐστι, καὶ μάλισθʼ ὅτι δεῦρο ἤλθομεν αὐτοί τε τοσοῦτοι καὶ τοιοῦτοι ἔκ τε τῆς βουλῆς καὶ ἐκ τῶν ἱππέων ὄντες, καὶ πλῆθος πολὺ στρατιωτῶν χρήματά τε ἄφθονα λαβόντες, οὐχ ἵνα ῥᾳθυμῶμεν, οὐδʼ ἵνα ἀμελῶμεν, ἀλλʼ ὅπως τά τε τῶν ὑπηκόων ὀρθῶς διοικήσωμεν καὶ τὰ τῶν ἐνσπόνδων ἀσφαλῶς διασώσωμεν, τούς τε ἀδικεῖν ἐπιχειροῦντάς σφας ἀμυνώμεθα, καὶ τὰ ἡμέτερα ἐπαυξήσωμεν. ὡς εἴ γε μὴ ταῦθʼ οὕτω φρονοῦντες ἤλθομεν, τί ποτε καὶ ἀρχὴν ἐξεστρατεύσαμεν, ἀλλʼ οὐ τρόπον γέ τινα οἴκοι καὶ ἐπὶ τοῖς ἰδίοις κατεμείναμεν; καὶ γάρ που καὶ ἄμεινον ἦν μηδʼ ὑποστῆναι τὴν στρατείαν