Ancient Greek · ~2 min
38.39.1 to 38.39.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.39.1-2
Not analysed yet
τοιαῦτα γοῦν ἔχοντες παραδείγματα, μήτε τὰ τῶν πατέρων ἔργα καταισχύνητε μήτε τὴν ἀρχὴν μεγίστην ἤδη οὖσαν προῆσθε. οὐδὲ γὰρ οὐδʼ ἀπʼ ἴσης ἡμῖν τε καὶ τοῖς ἄλλοις τοῖς μηδὲν τῶν ὁμοίων κεκτημένοις βουλευτέον ἐστίν. ἐκείνοις μὲν γὰρ ἐξαρκεῖ ῥᾳστωνεύειν καὶ μετὰ ἀσφαλείας ἄλλοις ὑποπεπτωκέναι, ἡμῖν δʼ ἀναγκαῖόν ἐστι καὶ πονεῖν καὶ στρατεύεσθαι καὶ μετὰ κινδύνων τὴν παροῦσαν εὐδαιμονίαν φυλάττειν. πολλοὶ γὰρ ἐπιβουλεύουσιν αὐτῇ· πᾶν γὰρ τὸ ὑπεραῖρόν τινας καὶ ζηλοῦται καὶ φθονεῖται, κἀκ τούτου πόλεμος ἀίδιός ἐστιν ἅπασι τοῖς καταδεεστέροις πρὸς τοὺς ἔν τινι