Ancient Greek · ~6 min
38.41.1 to 38.41.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.41.1-5
Not analysed yet
ἀντειπεῖν ὑμῶν νομίζω· εἰ δʼ ὅτι μήτε ἐξήτασται περὶ τοῦ πολέμου τούτου παρὰ τῇ βουλῇ καὶ παρὰ τῷ δήμῳ μὴ ἐψήφισται, διὰ τοῦτό τις ἧττον οἴεται δεῖν ἡμᾶς προθυμηθῆναι, λογισάσθω τοῦθʼ, ὅτι πάντες οἱ πόλεμοι ὅσοι πώποτε γεγόνασιν ἡμῖν, οἱ μὲν ἐκ παρασκευῆς καὶ προεπαγγέλσεως οἱ δὲ καὶ ἐπὶ καιροῦ συμβεβήκασι. καὶ διὰ τοῦτο ὅσα μὲν ἂν οἴκοι τε μενόντων ἡμῶν καὶ τὴν ἡσυχίαν ἀγόντων κινηθῇ καὶ ἐκ πρεσβείας τινὸς τὴν ἀρχὴν τῶν ἐγκλημάτων λάβῃ, καὶ σκέψιν ὑπὲρ αὐτῶν καὶ δεῖ καὶ ἀναγκαῖόν ἐστι γίγνεσθαι καὶ ψῆφον ἐπάγεσθαι, καὶ μετὰ τοῦτο τούς τε ὑπάτους ἢ καὶ στρατηγοὺς προστάττεσθαί σφισι καὶ τὰς δυνάμεις ἐκπέμπεσθαι· ὅσα δʼ ἂν ἐξεληλυθότων ἤδη καὶ ἐξεστρατευμένων τινῶν ἐκφανῇ, ταῦτʼ οὐκέτʼ ἐς διαγνώμην ἄγεσθαι χρή, ἀλλʼ ὡς καὶ δεδογμένα καὶ κεκυρωμένα ὑπʼ αὐτῆς τῆς χρείας προκαταλαμβάνεσθαι πρὶν αὐξηθῆναι. ἢ τίνος μὲν ἕνεκα ὑμᾶς ἐνταῦθʼ ὁ δῆμος ἐξέπεμψεν, τίνος δʼ ἕνεκα ἐμὲ μετὰ τὴν ὑπατείαν εὐθὺς ἔστειλε, τοῦτο μὲν ἐπὶ πέντε ἔτη καθάπαξ, ὃ μήπω πρότερον ἐγεγόνει, ἄρχειν ἑλόμενος, τοῦτο δὲ τέσσαρσι στρατοπέδοις ὁπλίσας, εἰ μὴ καὶ πολεμῆσαι πάντως ἡμᾶς δεήσειν ἐνόμιζεν; οὐ γάρ που ἵνα μάτην τρεφώμεθα, οὐδʼ ἵνα τάς τε πόλεις τὰς συμμαχίδας καὶ τὴν χώραν τὴν ὑπήκοον περιιόντες χαλεπώτεροι καὶ τῶν πολεμίων αὐτοῖς γιγνώμεθα, —οὐδʼ ἂν εἷς ταῦτα φήσειεν, —ἀλλʼ ἵνα τὴν οἰκείαν φυλάξωμεν, ἵνα τὴν τῶν πολεμίων πορθήσωμεν, ἵνʼ ἄξιόν τι καὶ τοῦ πλήθους καὶ