Ancient Greek · ~1 min
Book 39, Chapter 13
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.13.1
Not analysed yet
ἐπετέτραπτο, καταχθῆναι. ἐν ᾧ δὲ ταῦτα ἐγένετο, οἱ Ἀλεξανδρεῖς τέως μὲν ἀγνοήσαντες ὅτι ἐς τὴν Ἰταλίαν ἀπηρκὼς ἦν, ἢ τεθνηκέναι αὐτὸν νομίσαντες, Βερενίκην τὴν θυγατέρα αὐτοῦ ἐς τὴν βασιλείαν ἀντικατέστησαν, ἔπειτα δὲ τἀληθὲς μαθόντες ἄνδρας ἑκατὸν ἐς τὴν Ῥώμην ἔπεμψαν πρός τε τὰ ἐγκλήματα αὐτοῦ ἀπολογησομένους καὶ ἀντικατηγορήσοντας ὅσα ἠδίκηντο.