Ancient Greek · ~2 min
Book 39, Chapter 18
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.18
Not analysed yet
μετὰ δὲ δὴ τοῦτο ὁ Κλώδιος ἐπειδὴ τάχιστα ἐς τὴν ἀγορανομίαν ἐπί τε τοῦ Φιλίππου καὶ ἐπὶ τοῦ Μαρκελλίνου παρεληλύθει (πρὸς γὰρ τὴν ἀπόδρασιν τῆς δίκης παρακελευστὸς ᾑρέθἠ, γραφὴν κατὰ τοῦ Μίλωνος τῆς τῶν μονομάχων παρασκευῆς ἀπήνεγκε· ἃ γὰρ αὐτὸς ἔπραττε καὶ ἐφʼ οἷς ἐκρίνετο, ταῦτʼ ἐκείνῳ ἀντενεκάλει. ἐποίει δὲ τοῦτο οὐχ ὅτι τὸν Μίλωνα προσεδόκα αἱρήσειν ἅτε καὶ συναγωνιστὰς ἰσχυροὺς ἄλλους τε καὶ τὸν Κικέρωνα τόν τε Πομπήιον ἔχοντα, ἀλλʼ ἵνα ἐπὶ τῇ προφάσει ταύτῃ τῷ τε Μίλωνι προσπολεμοίη