Ancient Greek · ~2 min
Book 39, Chapter 19
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.19.2
Not analysed yet
ἕκαστον, ὡς οὐ περὶ ἐκείνου δὴ λέγων· κἀκ τούτου τῶν μὲν ἐξαρχόντων τῶν δὲ συνεπηχούντων σφίσιν, οἷα φιλεῖ ἐν τοῖς τοιούτοις γίγνεσθαι, καὶ λεγόντων ὅτι Πομπήιος, χλευασία πολλὴ συνέβαινεν, ὥστε ἐκεῖνον μήτε τὴν ἡσυχίαν ἄγειν καρτεροῦντα μήθʼ ὅμοιόν τι ποιεῖν αὐτῷ ὑπομένοντα περιοργῆ τε γίγνεσθαι καὶ ἐν ἀμηχανίᾳ καθίστασθαι, καὶ λόγῳ μὲν τὸν Μίλωνα κατακρίνεσθαι, ἔργῳ δὲ αὐτὸν μηδʼ ἀπολογούμενον ἁλίσκεσθαι.