Ancient Greek · ~4 min
Book 39, Chapter 21
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.21
Not analysed yet
τοῦτο, ὁ γὰρ Μίλων ἐκώλυσεν· ὁ δʼ οὖν Κικέρων ὡς καὶ παθὼν αὐτὸ ὀργήν τε εἶχε καὶ κατηγορίας ἐποιεῖτο, καὶ τέλος τόν τε Μίλωνα καὶ δημάρχους τινὰς παραλαβὼν ἀνῆλθέ τε ἐς τὸ Καπιτώλιον καὶ τὰς στήλας τὰς ἐπὶ τῇ ἑαυτοῦ φυγῃ ὑπὸ τοῦ Κλωδίου σταθείσας καθεῖλε. καὶ τότε μὲν αὐτὰς ἐκείνου σὺν Γαΐῳ τῷ ἀδελφῷ στρατηγοῦντι ἐπελθόντος ἀφῃρέθη, μετὰ δὲ τοῦτο φυλάξας ἐκδημοῦντα τὸν Κλώδιον ἀνέβη τε αὖθις ἐς τὸ Καπιτώλιον, καὶ λαβὼν αὐτὰς οἴκαδε ἀπεκόμισε. γενομένου δὲ τούτου οὐδὲν ἔτʼ ἀπώμοτον οὐδετέρῳ αὐτῶν ἦν, ἀλλὰ ἐλοιδόρουν ἀλλήλους καὶ διέβαλλον ἄλλα τε ὅσα ἐδύναντο, μηδενὸς τῶν αἰσχίστων ἀπεχόμενοι, καὶ ὁ μὲν τήν τε δημαρχίαν τὴν τοῦ Κλωδίου ὡς καὶ παρὰ τοὺς νόμους γενομένην καὶ τὰ πραχθέντα ἐν αὐτῇ ὑπʼ αὐτοῦ ὡς καὶ ἄκυρα ὄντα, ὁ δὲ τήν τε φυγὴν τὴν τοῦ Κικέρωνος ὡς καὶ δικαίως ἐγνωσμένην καὶ τὴν κάθοδον αὐτοῦ ὡς καὶ παρανόμως ἐψηφισμένην.