Ancient Greek · ~2 min
Book 39, Chapter 3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.3
Not analysed yet
Νέρουιοι οὖν τῆς μὲν πεδιάδος (οὐ γὰρ ἦσαν ἀξιόμαχοι) ἑκόντες αὐτῷ ἐξέστησαν, ἐς δὲ δὴ τὰ ὄρη τὰ ὑλωδέστατα ἀνακομισθέντες, ἔπειτʼ ἐπειδὴ καὶ ἐκεῖθεν ἐπικατέδραμον ἀνέλπιστοι, καὶ καθʼ ὃ μὲν αὐτὸς ὁ Καῖσαρ ἦν ἐτράποντο καὶ ἔφυγον, τῷ δὲ δὴ πλείονι τοῦ στρατοῦ καθυπέρτεροί τε ἐγένοντο καὶ τὸ στρατόπεδον αὐτοβοεὶ εἷλον. αἰσθόμενος δὲ τοῦτʼ ἐκεῖνος (προεκεχωρήκει γὰρ ἐπί τι τοὺς τετραμμένους διώκωνʼ ἀνέστρεψε, καὶ καταλαβὼν αὐτοὺς ἐν τῷ ἐρύματι ἁρπαγὴν ποιουμένους περιεστοιχίσατο καὶ κατεφόνευσε. πράξας δὲ ταῦτα, οὐδὲν ἔτι μέγα ἔργον τοὺς λοιποὺς Νερουίους χειρούμενος ἔσχε.