Ancient Greek · ~3 min
Book 39, Chapter 32
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.32
Not analysed yet
παραλαβόντες δʼ οὕτω τὴν ἡγεμονίαν τὰς λοιπὰς ἀρχὰς τοῖς ἐπιτηδείως σφίσιν ἔχουσι δοθῆναι ἐποίησαν, τὸν Κάτωνα τὸν Μᾶρκον κωλύσαντες στρατηγὸν ἀποδειχθῆναι· ὑπώπτευόν τε γὰρ αὐτὸν οὐκ ἀνέξεσθαι τὰ γιγνόμενα, καὶ οὐκ ἠθέλησαν ἰσχὺν αὐτῷ ἔννομον πρὸς τὰς ἀντιλογίας προσθεῖναι. καὶ ἡ μὲν τῶν στρατηγῶν κατάστασις (ὁ γὰρ Κάτων οὐδὲν βίαιον πρᾶξαι ἠξίωσενʼ εἰρηναία ἐγένετο, περὶ δὲ τοὺς ἀγορανόμους τοὺς κουρουλίους σφαγαὶ συνέβησαν, ὥστε καὶ τὸν Πομπήιον πολλοῦ αἵματος ἀναπλησθῆναι. οὐ μὴν ἀλλʼ ἐκείνους μέν, τούς τε ἄλλους τοὺς ὑπὸ τοῦ δήμου αἱρουμένους, πρὸς τρόπου σφίσιν (αὐτοὶ γὰρ τὰς ἀρχαιρεσίας ἐποίουνʼ ἀπέδειξαν, τούς τε ἀγορανόμους τοὺς ἑτέρους καὶ τῶν δημάρχων τοὺς πλείους προσηταιρίσαντο· δύο δὲ δήμαρχοι, γάιός τε Ἀτέιος Καπίτων καὶ Πούπλιος Ἀκύλιος Γάλλος, οὐχ ὡμολόγησαν αὐτοῖς.