Ancient Greek · ~2 min
39.34.1 to 39.34.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.34.1-2
Not analysed yet
ὣς περισωθεῖεν, ὁ δὲ δὴ Κάτων καὶ ὁ Φαουώνιος ἠναντιοῦντο μὲν πᾶσι τοῖς πρασσομένοις ὑπʼ αὐτῶν, συνεργοὺς ἄλλους τέ τινας καὶ τοὺς δύο δημάρχους ἔχοντες, ἅτε δὲ ὀλίγοι πρὸς πολλοὺς ἀγωνιζόμενοι μάτην ἐπαρρησιάζοντο. καὶ ὁ μὲν Φαουώνιος μίαν ὥραν μόνην παρὰ τοῦ Τρεβωνίου πρὸς τὴν ἀντιλογίαν λαβών, κατέτριψεν αὐτὴν ὑπὲρ αὐτῆς τῆς τοῦ καιροῦ στενοχωρίας εἰκῇ βοῶν· ὁ δὲ δὴ Κάτων ἔτυχε μὲν ἐν δύο ὥραις