Ancient Greek · ~3 min
Book 39, Chapter 37
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.37
Not analysed yet
ταῦτά τε οὖν κυρωθῆναι ἐποίησαν, καὶ μετὰ τοῦτο πικρότερα ἐπιτίμια τοῖς δεκάζουσί τινας ἐπέταξαν, ὥσπερ τι αὐτοὶ ἔλαττον, ὅτι οὐ χρήμασιν ἀλλὰ βίᾳ τὴν ἀρχὴν εἰλήφεσαν, ἁμαρτόντες. ἐπεχείρησαν μὲν γὰρ καὶ τὰ ἀναλώματα τὰ κατὰ τὴν δίαιταν ἐπὶ μακρότατον προηγμένα συστεῖλαι, καίπερ ἐς πᾶν αὐτοὶ καὶ τρυφῆς καὶ ἁβρότητος προκεχωρηκότες, ἐκωλύθησαν δὲ ὑπὸ αὐτοῦ τούτου διανομοθετῆσαι. ὁ γὰρ Ὁρτήσιος φιλαναλωτὴς ἐν τοῖς μάλιστα ὢν ἔπεισεν αὐτούς, τό τε μέγεθος τῆς πόλεως ἐπεξιών, καὶ αὐτοὺς ἐπί τε τῇ οἴκοι πολυτελείᾳ καὶ ἐπὶ τῇ ἐς τοὺς ἄλλους μεγαλοφροσύνῃ ἐπαινῶν, καταβαλεῖν τὴν γνώμην, ἅτε καὶ συναγωνιστῇ τῶν λόγων τῷ βίῳ σφῶν χρώμενος. τήν τε γὰρ ἐναντίωσιν αἰδεσθέντες, καὶ προσέτι καὶ κατοκνήσαντες φθόνῳ τινὶ τοὺς ἄλλους, ὧν αὐτοὶ ἐποίουν, δοκεῖν ἀπείργειν, ἑκόντες ἀφῆκαν τὴν ἐσήγησιν.