Ancient Greek · ~7 min
Book 39, Chapter 39
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.39
Not analysed yet
οὐ μὴν ἀλλʼ ἐν μὲν τούτοις οὐ σμικρὰ τῷ δήμῳ ὁ Πομπήιος ἐχαρίσατο, τοὺς δὲ δὴ καταλόγους μετὰ τοῦ Κράσσου πρὸς τὰ ἐψηφισμένα σφίσι ποιούμενος πλεῖστον αὐτοὺς ἐλύπησε. καὶ τότε δὴ οἱ πολλοὶ μετεμέλοντο καὶ τόν τε Κάτωνα καὶ τοὺς ἄλλους ἐπῄνουν, ὥστε καὶ ἐκείνους διά τε τοῦτο, καὶ ὅτι δίκη τις λόγῳ μὲν τοῖς ὑποστρατήγοις σφῶν, ἔργῳ δὲ αὐτοῖς πρὸς τὰ γιγνόμενα παρὰ δημάρχων τινῶν ἐπήχθη, βίαιον μὲν μηδὲν τολμῆσαι, τὴν δὲ ἐσθῆτα ὡς ἐπὶ συμφορᾷ μετὰ τῶν ἐκ τῆς βουλῆς στασιωτῶν ἀλλάξασθαι. καὶ ταύτην μὲν εὐθὺς μεταγνόντες καὶ μηδὲ προφάσεώς τινος ἐπιλαβόμενοι μετεσκευάσαντο· τῶν δὲ δημάρχων τούς τε καταλόγους διαλῦσαι καὶ τὰς στρατείας αὐτῶν ἀναψηφίσαι ἐπιχειρούντων ὁ μὲν Πομπήιος οὐκ ἠγανάκτει (τούς τε γὰρ ὑπάρχους παραχρῆμα ἐξεπεπόμφει, καὶ αὐτὸς κατὰ χώραν, ὡς καὶ κωλυόμενος ἐξελθεῖν, ἄλλως διὰ τὴν ἐπιμέλειαν τοῦ σίτου παρεῖναι ὀφείλων, ἡδέως ἔμενεν, ἵνα τάς τʼ Ἰβηρίας ἅμα διʼ ἐκείνων κατάσχῃ καὶ τὰ ἐν τῇ Ῥώμῃ τῇ τε ἄλλῃ Ἰταλίᾳ διʼ ἑαυτοῦ ποιήσηταἰ, ὁ δὲ δὴ Κράσσος, ἐπειδὴ μηδέτερον αὐτῷ τούτων ὑπῆρχεν, ἐπὶ τὴν ἐκ τῶν ὅπλων ἰσχὺν ἐτράπετο. οἱ οὖν δήμαρχοι ἰδόντες ὅτι ἡ παρρησία αὐτῶν ἄοπλος οὖσα ἀσθενὴς πρὸς τὸ κωλῦσαί τι πραχθῆναι ἦν, ἄλλως μὲν ἐσιώπων, ἐπεφήμιζον δὲ αὐτῷ πολλὰ καὶ ἄτοπα, ὥσπερ οὐ καὶ τῷ δημοσίῳ διʼ ἐκείνου καταρώμενοι, καὶ τοῦτο μὲν ἐν τῷ Καπιτωλίῳ τὰς εὐχὰς αὐτοῦ τὰς νομιζομένας ἐπὶ τῇ στρατείᾳ ποιουμένου καὶ διοσημίας τινὰς καὶ τέρατα διεθρόουν, τοῦτο δὲ ἐξορμωμένῳ οἱ πολλὰ καὶ δεινὰ ἐπηράσαντο. ἐπεχείρησε μὲν γὰρ ὁ Ἀτέιος καὶ ἐς τὸ δεσμωτήριον αὐτὸν ἐμβαλεῖν· ἀντιστάντων δὲ ἑτέρων δημάρχων μάχη τε αὐτῶν καὶ διατριβὴ ἐγένετο, κἀν τούτῳ ὁ Κράσσος ἔξω τοῦ πωμηρίου ἐξῆλθε. καὶ ὁ μέν, εἴτε ἐκ συντυχίας εἴτε καὶ ἐκ τῶν