Ancient Greek · ~7 min
Book 39, Chapter 45
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.45
Not analysed yet
ἔτι δʼ αὐτοῦ ἐν τῇ Οὐενετίᾳ ὄντος Κύιντος Τιτούριος Σαβῖνος ὑποστράτηγός τε ἐστάλη ἐπὶ Οὐενέλλους, ὧν ἡγεῖτο Οὐιριδοῦιξ, καὶ τὰ μὲν πρῶτα καὶ πάνυ τὸ πλῆθος αὐτῶν κατεπλάγη, ὥστʼ ἀγαπᾶν ἂν τό γε ἔρυμα διασώσηται, ἔπειτα δὲ αἰσθόμενός σφας θρασύτερον μὲν ἀπὸ τούτου διακειμένους, οὐ μὴν καὶ τῷ ἔργῳ δεινοὺς ὄντας, οἷά που οἱ πολλοὶ τῶν βαρβάρων ἐν ταῖς ἀπειλαῖς πᾶν τὸ φοβερὸν διὰ κενῆς ἐπικομποῦσιν, ἀνεθάρσησε. καὶ ἐκ μὲν τοῦ προφανοῦς οὐδʼ οὕτως ἐτόλμησέ σφισι συνενεχθῆναι (τῷ γὰρ πλήθει πολὺ κατείργετὀ, πρὸς δὲ δὴ τὸ τάφρευμα τὸ ἑαυτοῦ μετεώρου τοῦ χωρίου ὄντος ὑπηγάγετο αὐτοὺς ἀπερισκέπτως προσβαλεῖν· τῶν γὰρ συμμάχων τινὰ ὁμοφωνοῦντά σφισιν ὑπὸ τὴν ἐσπέραν ὡς αὐτόμολον πέμψας, ἔπεισεν αὐτοὺς ὅτι ὅ τε Καῖσαρ ἐπταικὼς εἴη καὶ οὕτω πιστεύσαντες ἀπερισκέπτως ἐκεῖνοι (πάνυ γάρ τι διακορεῖς καὶ τῆς τροφῆς καὶ τοῦ ποτοῦ ἦσανʼ εὐθὺς ἐπὶ τοὺς Ῥωμαίους, μὴ καὶ φθάσωσί σφας φυγόντες, ὥρμησαν, καὶ ἔδει γὰρ μηδὲ πυρφόρον τῷ λόγῳ αὐτῶν σωθῆναι, φρύγανα καὶ ξύλα τὰ μὲν ἀράμενοι τὰ δὲ ἐφελκόμενοι ὡς καὶ καταπρήσοντες αὐτούς, πρός τε τὸ ὄρθιον προσέβαλον καὶ σπουδῇ προσανέβαινον, μηδενός σφισιν ἐναντιουμένου· ὁ γὰρ Σαβῖνος οὐκ ἐκινήθη πρὶν ἐντὸς τῆς ἐπικρατείας αὐτοῦ τοὺς πλείους αὐτῶν γενέσθαι. τότε δὲ ἐπικατέδραμέ σφισιν ἁπανταχόθεν ἅμα ἀπροσδόκητος, καὶ τοὺς πρώτους ἐκπλήξας κατήραξε κατὰ τοῦ πρανοῦς ἅπαντας, κἀνταῦθα αὐτοὺς ἐν τῇ ἀναστροφῇ περί τε ἀλλήλοις καὶ περὶ τοῖς ξύλοις σφαλλομένους κατέκοψεν οὕτως ὥστε μηδένα αὐτῶν μηδὲ τῶν ἄλλων ἔτʼ ἀντᾶραι. ἄπληστοι γὰρ ἀλογίστως οἱ Γαλάται ἐς πάνθʼ ὁμοίως ὄντες οὔτε τὸ θαρσοῦν σφων οὔτε τὸ δεδιὸς μετριάζουσιν, ἀλλὰ ἔκ τε τούτου πρὸς δειλίαν ἀνέλ- πιστον καὶ ἐξ ἐκείνου πρὸς θάρσος προπετὲς ἐκπίπτουσιν.