Ancient Greek · ~2 min
Book 39, Chapter 46
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.46.3
Not analysed yet
αὐτοῦ τούτου ἀμυνάμενος· καὶ ἑτέρους τινὰς ἰδὼν ἠθροισμένους τε καὶ στρατιώτας ἐκ τῆς Ἰβηρίας Σερτωριείους ἔχοντας, καὶ μετʼ αὐτῶν στρατηγικώτερον ἢ προπετέστερον τῷ πολέμῳ χρωμένους, ὡς καὶ τῇ ἀπορίᾳ τῶν τροφῶν διʼ ὀλίγου σφῶν ἐκ τῆς γῆς ἐκχωρησόντων, προσεποιήσατό τε αὐτοὺς δεδιέναι, καὶ καταφρονηθεὶς οὐχ ὑπηγάγετο μὲν οὐδʼ ὣς ἐς χεῖράς οἱ ἐλθεῖν, ἀδεῶς δʼ ἐς ὕστερον ἔχουσί σφισι προσέβαλεν ἐξαίφνης ἀνέλπιστος.