Ancient Greek · ~5 min
Book 39, Chapter 5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.5
Not analysed yet
ἐπειδὴ δὲ οὗτοί τε κατεστράφατο, καὶ ἄλλοι οἱ μὲν ὑπʼ αὐτοῦ οἱ δὲ καὶ διὰ τῶν ὑποστρατήγων συχνοὶ ἐκεχείρωντο, ὅ τε χειμὼν ἐνέστη, ἀνεχώρησεν ἐς τὰ χειμάδια. μαθόντες δὲ ταῦθʼ οἱ οἴκοι Ῥωμαῖοι ἐθαύμασαν ὅτι ἔθνη τοσαῦτα, ὧν οὐδὲ τὰ ὀνόματα πρότερον ἠκρίβουν, ᾑρήκει, καὶ ἐψηφίσαντο πεντεκαίδεκα ἐπʼ αὐτοῖς ἡμέρας θῦσαι, ὅπερ οὔπω πρότερον ἐγεγόνει. κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ Γάλβας ὁ Σέρουιος ὑποστρατηγῶν αὐτῷ, μέχρι μὲν ἥ τε ὡραία ἦν καὶ τὸ στράτευμα συνεστὸς εἶχεν, Οὐαράγρους παρά τε τῇ Λεμμάνῳ λίμνῃ καὶ πρὸς τοῖς Ἀλλόβριξι μέχρι τῶν Ἄλπεων οἰκοῦντας, τοὺς μὲν βίᾳ τοὺς δὲ καὶ ὁμολογίᾳ παρεστήσατο, ὥστε καὶ χειμάσαι κατὰ χώραν παρασκευάσασθαι. ἐπεὶ μέντοι οἱ πλείους τῶν στρατιωτῶν οἱ μὲν παρέμενοι οἷα μὴ πόρρω τῆς Ἰταλίας ὄντες, οἱ δὲ καὶ ἐφʼ ἑαυτῶν ἄλλοσε ἀπεχώρησαν, καὶ αὐτῷ ἀπροσδόκητοι κατὰ τοῦτο οἱ ἐπιχώριοι ἐπέθεντο, πρὸς ἀπόνοιαν ὑπʼ ἀπογνώσεως προήχθη, καὶ ἐκπηδήσας ἐκ τοῦ χειμαδίου ἄφνω τούς τε προσκειμένους οἱ τῷ παραδόξῳ τοῦ τολμήματος ἐξέπληξε, καὶ διʼ αὐτῶν πρὸς τὰ μετέωρα διέπεσε. γενόμενος δὲ ἐν τῷ ἀσφαλεῖ ἠμύνατο μὲν αὐτοὺς μετὰ τοῦτο καὶ ἐδουλώσατο, οὐ μὴν καὶ ἐχείμασεν αὐτόθι, ἀλλὰ καὶ ἐς τὴν τῶν Ἀλλοβρίγων μετέστη.