Ancient Greek · ~2 min
Book 39, Chapter 54
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.54
Not analysed yet
ἡμέρας ἀγαγεῖν ἐψηφίσαντο· ἐν ᾧ δὲ ἐκεῖνα ἐγίγνετο, καὶ ἡ Ἰβηρία ἐκινήθη, διὸ καὶ τῷ Πομπηίῳ προσετάχθη. ἐπαναστάντες γάρ τινες καὶ Οὐακκαίους προστησάμενοι μάχῃ μὲν ὑπὸ τοῦ Νέπωτος τοῦ Μετέλλου, ἀπαράσκευοι ἔτʼ ὄντες, ἡττήθησαν, πολιορκοῦντι δʼ αὐτῷ Κλουνίαν ἐπελθόντες ἀμείνους ἐγένοντο, καὶ ἐκείνην μὲν περιεποιήσαντο, ἑτέρωθι δὲ ἐσφάλησαν, οὐ μὴν ὥστε καὶ διʼ ὀλίγου δουλωθῆναι. τῷ γὰρ πλήθει πολὺ τῶν ἐναντίων περιῆσαν, ὥστε τὸν Νέπωτα ἀγαπᾶν ἂν τὴν ἡσυχίαν ἀκινδύνως ἄγῃ.