Ancient Greek · ~4 min
Book 40, Chapter 2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.2
Not analysed yet
εὐθὺς ἐκρατύνατο. οἱ οὖν βάρβαροι τὸν μὲν πρόσπλουν αὐτοῦ οὐκ ἠδυνήθησαν διὰ ταῦτα κωλῦσαι, δείσαντες δὲ μᾶλλον ἢ πρότερον, ἅτε καὶ στρατῷ πλείονι αὐτοῦ ἐλθόντος, ἐς τὸ λασιώτατον καὶ ἐς τὸ λοχμωδέστατον τῶν ἐγγὺς χωρίων πάντα τὰ τιμιώτατα συνεφόρησαν, καὶ αὐτὰ ἐν ἀσφαλεῖ ποιησάμενοι (τά τε γὰρ πέριξ ξύλα ἔκοψαν, καὶ ἕτερα ἐπʼ αὐτοῖς στοιχηδὸν ἐπισυνένησαν, ὥστε ἐν χαρακώματι τρόπον τινὰ εἶναι) ἔπειτα τοὺς προνομεύοντας τῶν Ῥωμαίων ἐλύπουν. καὶ δὴ καὶ μάχῃ τινὶ ἐν τῷ ψιλῷ ἡττηθέντες ὑπήγαγόν σφας ἐκεῖσε κατὰ τὴν δίωξιν, καὶ συχνοὺς ἀνταπέκτειναν. καὶ μετὰ τοῦτο χειμῶνος αὖθις τὰς ναῦς αὐτῶν λυμηναμένου συμμάχους τε προσμετεπέμψαντο καὶ ἐπʼ αὐτὸ τὸ νεώριόν σφων ὥρμησαν, Κασουελλανὸν τὸν τὰ πρῶτα τῶν ἐν τῇ νήσῳ δυναστῶν φερόμενον προστησάμενοι. καὶ αὐτοῖς ἀπαντήσαντες οἱ Ῥωμαῖοι τὸ μὲν πρῶτον ἐταράχθησαν τῇ τῶν ἁρμάτων σφῶν προσμίξει, ἔπειτα δὲ διιστάμενοι, καὶ ἐκεῖνά τε παρεξιέντες καὶ τοὺς παραθέοντας ἐς τὰ πλάγια βάλλοντες,