Ancient Greek · ~4 min
Book 40, Chapter 20
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.20
Not analysed yet
μέγιστον δὲ ὅμως αὐτοὺς ὁ Ἄβγαρος ὁ Ὀρροηνὸς ἐλυμήνατο· ἔνσπονδος γὰρ τοῖς Ῥωμαίοις ἐπὶ τοῦ Πομπηίου γενόμενος ἀνθείλετο τὰ τοῦ βαρβάρου. καὶ τοῦτο μὲν καὶ ὁ Ἀλχαυδόνιος ὁ Ἀράβιος ἐποίησε· πρὸς γὰρ τὸ ἰσχυρὸν ἀεὶ μεθίστατο. ἀλλʼ ἐκεῖνος μὲν ἐκ τοῦ προφανοῦς ἀπέστη, καὶ κατὰ τοῦτο οὐ δυσφύλακτος ἦν· ὁ δʼ Ἄβγαρος ἐφρόνει μὲν τὰ τοῦ Πάρθου, ἐπλάττετο δὲ τῷ Κράσσῳ φιλικῶς ἔχειν, καὶ χρήματά τε ἀφειδῶς αὐτῷ ἀνήλισκε, καὶ τά τε βουλεύματα αὐτοῦ πάντα καὶ ἐμάνθανε καὶ ἐκείνῳ διήγγελλε, καὶ προσέτι εἰ μέν τι χρηστόν σφων ἦν, ἀπέτρεπεν αὐτόν, εἰ δʼ ἀσύμφορον, ἐπέσπερχε. καὶ δὴ καὶ τοιόνδε τι τελευτῶν ἔπραξε. τοῦ γὰρ Κράσσου πρὸς Σελεύκειαν ὁρμῆσαι διανοουμένου, ὥστε ἐκεῖσέ τε ἀσφαλῶς παρά τε τὸν Εὐφράτην καὶ δι’ αὐτοῦ τῷ τε στρατῷ καὶ τοῖς ἐπιτηδείοις κομισθῆναι, καὶ μετʼ αὐτῶν (προσποιήσεσθαι γάρ σφας ἅτε καὶ Ἕλληνας ῥᾳδίως ἤλπιζενʼ ἐπὶ Κτησιφῶντα μὴ χαλεπῶς περαιωθῆναι, τούτου μὲν ὡς καὶ χρονίου ἐσομένου ἀμελῆσαι αὐτὸν ἐποίησε, τῷ δὲ δὴ Σουρήνᾳ ὡς καὶ ἐγγὺς καὶ μετʼ