Ancient Greek · ~5 min
Book 40, Chapter 25
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.25
Not analysed yet
οὕτως ὅ τε Κράσσος καὶ ἄλλοι ὅσοι γε ἠδυνήθησαν ἐς τὰς Κάρρας ὥρμησαν, βεβαίους σφίσιν ὑπὸ τῶν καταμεινάντων ἔνδον Ῥωμαίων τηρηθείσας· πολλοὶ γὰρ δὴ τῶν τετρωμένων μήτε βαδίσαι οἷοί τε ὄντες μήτʼ ὀχημάτων εὐποροῦντες ἢ καὶ ποδηγέτας ἔχοντες (ἀγαπητῶς γὰρ οἱ λοιποὶ ἑαυτοὺς ἀνέφερονʼ κατὰ χώραν ἔμειναν. καὶ ἐκείνων τε οἱ μὲν ἀπέθανον ἐκ τῶν τραυμάτων ἢ καὶ ἑαυτοὺς καταχρησάμενοι, οἱ δὲ ἑάλωσαν τῇ ὑστεραίᾳ· καὶ τῶν διαδεδρακότων συχνοὶ μὲν ἐν τῇ ὁδῷ προλιπόντων σφᾶς τῶν σωμάτων, συχνοὶ δὲ καὶ μετὰ τοῦτʼ ἐφθάρησαν, θεραπείας παραχρῆμα ἀκριβοῦς μὴ δυνηθέντες τυχεῖν. ὁ γὰρ Κράσσος ἀθυμήσας οὐδὲ ἐν τῇ πόλει ἀσφαλῶς ἔθʼ ὑπομεῖναι δυνήσεσθαι ἐνόμισεν, ἀλλὰ δρασμὸν εὐθὺς ἐβουλεύσατο. καὶ ἐπειδὴ οὐχ οἷόν τε ἦν αὐτῷ μεθʼ ἡμέραν ἐξιόντι μὴ οὐ καταφώρῳ γενέσθαι, ἐπεχείρησε μὲν νυκτὸς ἀποδρᾶναι, προδοθεὶς δὲ ὑπὸ τῆς σελήνης, πανσελήνου οὔσης, οὐκ ἔλαθεν. προσέμεινάν τε οὖν μέχρι τῶν ἀσελήνων νυκτῶν, καὶ οὕτως ἄραντες δή, οἷα ἐν σκότῳ καὶ ἐν ἀλλοτρίᾳ καὶ προσέτι καὶ πολεμίᾳ γῇ φόβῳ τε ἰσχυρῷ, ἐσκεδάσθησαν, καὶ αὐτῶν οἱ μὲν ἁλόντες ἡμέρας γενομένης ἀπώλοντο, οἱ δὲ ἐς τὴν Συρίαν μετὰ Κασσίου Λογγίνου τοῦ ταμίου διεσώθησαν· ἄλλοι τῶν ὀρῶν μετʼ αὐτοῦ τοῦ Κράσσου λαβόμενοι παρεσκευάζοντο ὡς καὶ διʼ ἐκείνων ἐς τὴν Ἀρμενίαν φευξόμενοι.