Ancient Greek · ~2 min
Book 40, Chapter 32
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.32.5
Not analysed yet
καὶ οἱ μὲν φοβηθέντες διὰ τοῦτο τὸν Καίσαρα οἴκαδε σπουδῇ ἀνεχώρησαν· ἐκεῖνος δὲ τούτων μὲν οὐδενός, διά τε τὸν χειμῶνα καὶ διὰ τὸ τὰ ἐν τῇ Ῥώμῃ στασιάζεσθαι, οὐδεμίαν τιμωρίαν ἐποιήσατο, τοὺς δὲ δὴ στρατιώτας πρὸς τὰ χειμάδια διαπέμψας αὐτός τε ἐς τὴν Ἰταλίαν, πρόφασιν μὲν τῆς ἐκεῖ Γαλατίας ἕνεκα, τὸ δʼ ἀληθὲς ὅπως ἐγγύθεν τοῖς ἐν τῇ πόλει δρωμένοις ἐφεδρεύῃ, ἀπῆλθεν.